| 1 |
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος |
| 2 |
οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε, |
| 3 |
πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προί̈αψεν |
| 4 |
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν |
| 5 |
οἰωνοῖσί τε πᾶσι, Διὸς δ' ἐτελείετο βουλή, 5 |
| 6 |
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε |
| 7 |
Ἀτρεί̈δης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. |
| 8 |
τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; |
| 9 |
Λητοῦς καὶ Διὸς υἱός: ὃ γὰρ βασιλῆϊ χολωθεὶς |
| 10 |
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, 10 |
| 11 |
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα |
| 12 |
Ἀτρεί̈δης: ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν |
| 13 |
λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα, |
| 14 |
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος |
| 15 |
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 15 |
| 16 |
Ἀτρεί̈δα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν: |
| 17 |
Ἀτρεί̈δαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, |
| 18 |
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες |
| 19 |
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι: |
| 20 |
παῖδα δ' ἐμοὶ λύσαιτε φίλην, τὰ δ' ἄποινα δέχεσθαι, 20 |
| 21 |
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα. |
| 22 |
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ |
| 23 |
αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα: |
| 24 |
ἀλλ' οὐκ Ἀτρεί̈δῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, |
| 25 |
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε: 25 |
| 26 |
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω |
| 27 |
ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα, |
| 28 |
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο: |
| 29 |
τὴν δ' ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γῆρας ἔπεισιν |
| 30 |
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης 30 |
| 31 |
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν: |
| 32 |
ἀλλ' ἴθι μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι. |
| 33 |
ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ: |
| 34 |
βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης: |
| 35 |
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς 35 |
| 36 |
Ἀπόλλωνι ἄνακτι, τὸν ἠύ̈κομος τέκε Λητώ: |
| 37 |
κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας |
| 38 |
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, |
| 39 |
Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα, |
| 40 |
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα 40 |
| 41 |
ταύρων ἠδ' αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ: |
| 42 |
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. |
| 43 |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων, |
| 44 |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ, |
| 45 |
τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην: 45 |
| 46 |
ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο, |
| 47 |
αὐτοῦ κινηθέντος: ὃ δ' ἤϊε νυκτὶ ἐοικώς. |
| 48 |
ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε: |
| 49 |
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο: |
| 50 |
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50 |
| 51 |
αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς |
| 52 |
βάλλ': αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. |
| 53 |
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, |
| 54 |
τῇ δεκάτῃ δ' ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς: |
| 55 |
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη: 55 |
| 56 |
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο. |
| 57 |
οἳ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, |
| 58 |
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς: |
| 59 |
Ἀτρεί̈δη νῦν ἄμμε παλιμπλαγχθέντας ὀί̈ω |
| 60 |
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 60 |
| 61 |
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς: |
| 62 |
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα |
| 63 |
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, |
| 64 |
ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, |
| 65 |
εἴτ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται ἠδ' ἑκατόμβης, 65 |
| 66 |
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων |
| 67 |
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. |
| 68 |
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοῖσι δ' ἀνέστη |
| 69 |
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος, |
| 70 |
ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, 70 |
| 71 |
καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω |
| 72 |
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων: |
| 73 |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: |
| 74 |
ὦ Ἀχιλεῦ κέλεαί με Διὶ̈ φίλε μυθήσασθαι |
| 75 |
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος: 75 |
| 76 |
τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο καί μοι ὄμοσσον |
| 77 |
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν: |
| 78 |
ἦ γὰρ ὀί̈ομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων |
| 79 |
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί: |
| 80 |
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ: 80 |
| 81 |
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, |
| 82 |
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, |
| 83 |
ἐν στήθεσσιν ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις. |